Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.56 Joseph. AJ 7.60 (English) >>Joseph. AJ 7.64

7.58ἐκ δὲ τῆς Ζαβουλωνίτιδος φυλῆς ὁπλιτῶν ἐπιλέκτων πέντε μυριάδες· αὕτη γὰρ φυλὴ μόνη πᾶσα πρὸς Δαυίδην συνῆλθεν· οὗτοι πάντες τὸν αὐτὸν ὁπλισμὸν εἶχον τοῖς τῆς Γάδου φυλῆς. ἐκ δὲ τῆς Νεφθαλίδος φυλῆς ἐπίσημοι καὶ ἡγεμόνες χίλιοι ὅπλοις χρώμενοι θυρεῷ καὶ δόρατι, ἠκολούθει δὲ φυλὴ ἀναρίθμητος οὖσα. 7.59ἐκ δὲ τῆς Δανίτιδος φυλῆς ἐκλεκτοὶ δισμύριοι ἑπτακισχίλιοι ἑξακόσιοι. ἐκ δὲ τῆς Ἀσήρου φυλῆς μυριάδες τέσσαρες. ἐκ δὲ τῶν δύο φυλῶν τῶν πέραν τοῦ Ἰορδάνου καὶ τοῦ λοιποῦ τῆς Μανασσήτιδος φυλῆς ὡπλισμένων θυρεὸν καὶ δόρυ καὶ περικεφαλαίαν καὶ ῥομφαίαν μυριάδες δώδεκα· καὶ αἱ λοιπαὶ φυλαὶ ῥομφαίαις ἐχρῶντο. 7.60τοῦτο δὴ πᾶν τὸ πλῆθος εἰς Γιβρῶνα πρὸς Δαυίδην συνῆλθε μετὰ πολλῆς παρασκευῆς σιτίων καὶ οἴνου καὶ τῶν πρὸς τροφὴν πάντων καὶ μιᾷ γνώμῃ βασιλεύειν τὸν Δαυίδην ἐκύρωσαν. ἐπὶ δὲ τρεῖς ἡμέρας ἑορτάσαντος τοῦ λαοῦ καὶ κατευωχηθέντος ἐν Γιβρῶνι, Δαυίδης μετὰ πάντων ἐκεῖθεν ἄρας ἧκεν εἰς Ἱεροσόλυμα. 7.61

Τῶν δὲ κατοικούντων τὴν πόλιν Ἰεβουσαίων, γένος δʼ εἰσὶν οὗτοι Χαναναίων, ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ τοὺς πεπηρωμένους τὰς ὄψεις καὶ τὰς βάσεις καὶ πᾶν τὸ λελωβημένον στησάντων ἐπὶ χλεύῃ τοῦ βασιλέως ἐπὶ τοῦ τείχους καὶ λεγόντων κωλύσειν αὐτὸν εἰσελθεῖν τοὺς ἀναπήρους, ταῦτα δʼ ἔπραττον καταφρονοῦντες τῇ τῶν τειχῶν ὀχυρότητι, ὀργισθεὶς πολιορκεῖν ἤρξατο τὰ Ἱεροσόλυμα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.56 Joseph. AJ 7.60 (English) >>Joseph. AJ 7.64

Powered by PhiloLogic